Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.153.4 | Hdt. 1.155.4 (English) | >>Hdt. 1.157.2 |
1.155.2 ὣς δὲ καὶ ἐγὼ Λυδῶν τὸν μὲν πλέον τι ἢ πατέρα ἐόντα σὲ λαβὼν ἄγω , αὐτοῖσι δὲ Λυδοῖσι τὴν πόλιν παρέδωκα , καὶ ἔπειτα θωμάζω εἴ μοι ἀπεστᾶσι .” ὁ μὲν δὴ τά περ ἐνόεε ἔλεγε , ὁ δʼ ἀμείβετο τοισίδε , δείσας μὴ ἀναστάτους ποιήσῃ τὰς Σάρδις ·
1.155.3 “ὦ βασιλεῦ , τὰ μὲν οἰκότα εἴρηκας , σὺ μέντοι μὴ πάντα θυμῷ χρέο , μηδὲ πόλιν ἀρχαίην ἐξαναστήσῃς ἀναμάρτητον ἐοῦσαν καὶ τῶν πρότερον καὶ τῶν νῦν ἑστεώτων . τὰ μὲν γὰρ πρότερον ἐγώ τε ἔπρηξα καὶ ἐγὼ κεφαλῇ ἀναμάξας φέρω · τὰ δὲ νῦν παρεόντα Πακτύης γάρ ἐστι ὁ ἀδικέων , τῷ σὺ ἐπέτρεψας Σάρδις , οὗτος δότω τοι δίκην .
1.155.4 Λυδοῖσι δὲ συγγνώμην ἔχων τάδε αὐτοῖσι ἐπίταξον , ὡς μήτε ἀποστέωσι μήτε δεινοί τοι ἔωσι · ἄπειπε μέν σφι πέμψας ὅπλα ἀρήια μὴ ἐκτῆσθαι , κέλευε δὲ σφέας κιθῶνάς τε ὑποδύνειν τοῖσι εἵμασι καὶ κοθόρνους ὑποδέεσθαι , πρόειπε δʼ αὐτοῖσι κιθαρίζειν τε καὶ ψάλλειν καὶ καπηλεύειν παιδεύειν τοὺς παῖδας . καὶ ταχέως σφέας ὦ βασιλεῦ γυναῖκας ἀντʼ ἀνδρῶν ὄψεαι γεγονότας , ὥστε οὐδὲν δεινοί τοι ἔσονται μὴ ἀποστέωσι .”
ch. 156
1.156.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.153.4 | Hdt. 1.155.4 (English) | >>Hdt. 1.157.2 |